Μετάβαση στο περιεχόμενο

τά σῦκα σῦκα, τήν σκάφην σκάφην λέγει

Από Βικιλεξικό

Αρχαία ελληνικά (grc)

[επεξεργασία]

Ετυμολογία

[επεξεργασία]
τά σῦκα σῦκα, τήν σκάφην σκάφην λέγει < αρχαία ελληνική τὴν σκάφην σκάφην λέγω[1]

Έκφραση

[επεξεργασία]

τὰ σῦκα σῦκα, τὴν σκάφην σκάφην λέγει (ελληνιστική κοινή)

  • λέω τα σύκα σύκα και τη σκάφη σκάφη
      1ος/2ος κε αιώνας Πλούταρχος, Ἠθικά Βασιλέων ἀποφθέγματα καὶ στρατηγῶν, Chapter 26 Section 15 (26.15-26.17), @scaife.perseus
    Τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιούς ἔφη φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας τὴν σκάφην σκάφην λέγοντας. Τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι, κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν, ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι. Συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δ' ἀποχρῆσθαι.
      2ος κε αιώνας Λουκιανός, 59, 41 Πῶς δεῖ ἱστορίαν συγγράφειν @wikisource
    Τοιοῦτος οὖν μοι ὁ συγγραφεὺς ἔστω: ἄφοβος, ἀδέκαστος, ἐλεύθερος, παρρησίας καὶ ἀληθείας φίλος, ὡς ὁ κωμικός φησι, τὰ σῦκα σῦκα, τὴν σκάφην δὲ σκάφην ὀνομάσων, οὐ μίσει οὐδὲ φιλίᾳ τι νέμων οὐδὲ φειδόμενος ἢ ἐλεῶν ἢ αἰσχυνόμενος ἢ δυσωπούμενος, ἴσος δικαστής, εὔνους ἅπασιν ἄχρι τοῦ μὴ θατέρῳ τι ἀπονεῖμαι πλεῖον τοῦ δέοντος, ξένος ἐν τοῖς βιβλίοις καὶ ἄπολις, αὐτόνομος, ἀβασίλευτος, οὐ τί τῷδε ἢ τῷδε δόξει λογιζόμενος, ἀλλὰ τί πέπρακται λέγων.
      15ος αιώνας, Αρσένιος παροιμιογράφος, Ἀποφθέγματα, 15, 95b, 1
    Τὰ σῦκα σῦκα, τὴν σκάφην σκάφην λέγει.

Αναφορές

[επεξεργασία]
  1. «σκαιὸς δέ τις κἀγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.» Αριστοφάνης, Fragmenta (εκδότης J.M. Edmonds, εκδόσεις Brill, Leiden 1957), 901b, 1–2.